Πνευματικά ωφέλιμα
Ενημερώθηκε στις:

Ευχή εις νέον απερχόμενον εις την αλλοδαπήν δια σπουδάς

Κύριε Ἰησοῦ Χριστέ, Σύ, ὅστις προέκοπτες σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καί ἀνθρώποις, Σὺ, ὁ αἰώνιος Θεῖος Διδάσκαλος, ὁ λαλῶν καὶ διδάσκων τὸν λαόν, ὁ φωτίσας τοὺς ἁγίους Σου μαθητὰς καὶ Ἀποστόλους καὶ ἐμπλήσας αὐτοὺς τῆς θείας Σου χάριτος, Αὐτὸς Κύριε ὁ Θεός ἡμῶν, τὸν δοῦλον Σου τοῦτον (...), τὸν νέον τῇ ἡλικίᾳ, τὸν ἀπερχόμενον εἰς τὴν ἀλλοδαπὴν ἐρευνᾶν καὶ παρατηρεῖν καὶ λαμβάνειν γνῶσιν ἐπιστήμης καὶ μανθάνειν τέχνην, εὐλόγησον, στήριξον, βοήθησον, ἐνδυνάμωσον, κραταίωσον, φύλαξον καί φώτισον πάσας τὰς ἡμέρας τῆς διαμονῆς αὐτοῦ ἐν τῇ ξένῃ. Δὸς αὐτῷ κατανοεῖν, ὅτι Κύριος ὁ Θεός ἔδωκε τοῖς ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ καί ἀξίωσον μιμεῖσθαι αὐτὸν τὸ τῶν μελιττῶν ἔργον, καταφεύγειν δὲ τῇ ἁγίᾳ Σου Ἐκκλησίᾳ καί ἐπιτελεῖν τὰ Σοὶ εὐάρεστα ἐν πᾶσι.

Σοί γάρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σύν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ.

Ακολουθήστε το Πενταπόσταγμα στο Google news Google News

ΔΗΜΟΦΙΛΗ